Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.62 Joseph. AJ 6.67 (English) >>Joseph. AJ 6.71

6.65μαθὼν δὲ παρὰ τοῦ θεοῦ τὸν τόπον ἔνθα κρύπτεται Σαοῦλος πέμπει τοὺς ἄξοντας αὐτὸν καὶ παραγενόμενον ἵστησι μέσον τοῦ πλήθους. ἐξεῖχε δὲ ἁπάντων, καὶ τὸ ὕψος ἦν βασιλικώτατος. 6.66

Λέγει δὲ προφήτης· “τοῦτον ὑμῖν θεὸς ἔδωκε βασιλέα· ὁρᾶτε δὲ ὡς καὶ κρείττων ἐστὶ πάντων καὶ τῆς ἀρχῆς ἄξιος.” ὡς δʼ ἐπευφήμησε τῷ βασιλεῖ σωτηρίαν λαὸς, τὰ μέλλοντα συμβήσεσθαι καταγράψας αὐτοῖς προφήτης ἀνέγνω τοῦ βασιλέως ἀκροωμένου καὶ τὸ βιβλίον τίθησιν ἐν τῇ τοῦ θεοῦ σκηνῇ ταῖς μετέπειτα γενεαῖς μαρτύριον ὧν προείρηκε. 6.67ταῦτʼ ἐπιτελέσας Σαμουῆλος ἀπολύει τὴν πληθύν. καὶ αὐτὸς δὲ εἰς Ἀρμαθὰ παραγίνεται πόλιν, πατρὶς γὰρ ἦν αὐτῷ, Σαούλῳ δὲ ἀπερχομένῳ εἰς Γαβαθὴν, ἐξ ἧς ὑπῆρχε, συνήρχοντο πολλοὶ μὲν ἀγαθοὶ τὴν προσήκουσαν βασιλεῖ τιμὴν νέμοντες, πονηροὶ δὲ πλείους, οἳ καταφρονοῦντες αὐτοῦ καὶ τοὺς πολλοὺς ἐχλεύαζον καὶ οὔτε δῶρα προσέφερον οὔτʼ ἐν σπουδῇ καὶ λόγῳ τὸ ἀρέσκεσθαι τὸν Σαοῦλον ἐτίθεντο. 6.68

Μηνὶ δʼ ὕστερον ἄρχει τῆς παρὰ πάντων αὐτῷ τιμῆς πρὸς Ναάσην πόλεμος τὸν τῶν Ἀμμανιτῶν βασιλέα· οὗτος γὰρ πολλὰ κακὰ τοὺς πέραν τοῦ Ἰορδάνου ποταμοῦ κατῳκημένους τῶν Ἰουδαίων διατίθησι μετὰ πολλοῦ καὶ μαχίμου στρατεύματος διαβὰς ἐπʼ αὐτούς·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.62 Joseph. AJ 6.67 (English) >>Joseph. AJ 6.71

Powered by PhiloLogic